37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

Κυριακή 3 Οκτωβρίου 2010

Διονύσιος Ἀρεοπαγίτης,Dionysios the Areopagite

Ο Άγιος Διονύσιος ο Αρεοπαγίτης ήταν δικαστής του Αρείου Πάγου, στην αρχαία Αθήνα, ο οποίος μεταστράφηκε στο Χριστιανισμό μετά το κήρυγμα του Απόστολου Παύλου στον Άρειο Πάγο και στη συνέχεια έγινε πρώτος επίσκοπος της Αθήνας.
Αναφέρεται στην Καινή Διαθήκη, στις Πράξεις των Αποστόλων ως «Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις».
Την μαρτυρία ότι ο Διονύσιος ο Αρεοπαγίτης υπήρξε επίσκοπος Αθηνών την δίνει ο Διονύσιος Κορίνθου και μας τη μεταφέρει στην Εκκλησιαστική Ιστορία του ο Ευσέβιος Καισαρείας.
Η Εγκυκλοπαίδεια Britannica αναφέρει ότι τον συνέχεαν με μεταγενέστερους Χριστιανούς με το ίδιο όνομα, όπως ο πρώτος επίσκοπος της Αθήνας τον 2ο αιώνα και ο Σεν Ντενί (Άγιος Διονύσιος) στη Γαλλία.
Στην Αθήνα υπάρχουν δυο μεγάλες εκκλησίες που φέρουν το όνομά του, η μια στο Κολωνάκι επί της οδού Σκουφά, ενώ η άλλη είναι η Καθολική Μητρόπολη της Αθήνας, επί της οδού Πανεπιστημίου. Το όνομά του φέρει επίσης ο πεζόδρομος περιμετρικά της Ακρόπολης, που περνά από το βράχο του Αρείου Πάγου. Επίσης, είναι ο πολιούχος άγιος και των Γαργαλιάνων Μεσσηνίας.
Επίσης είναι πολιούχος άγιος στο χωριό Διονύσι στα νότια του νομού Ηρακλείου. Το χωριό πήρε το όνομά του από τον άγιο και είναι το μόνο χωριό της Κρήτης με εκκλησία προς τιμήν του Αγίου Διονυσίου του Αρεοπαγίτου. Η μνήμη του τιμάται στις 3 Οκτωβρίου*.

Σημειώσεις

Ύστερα από την με αριθμ. 22/30 Σεπτεμβρίου 1999 εγκύκλιο της Ορθόδοξης Αρχιεπισκοπής Αθηνών, η μνήμη του Αγίου Διονυσίου του Αρεοπαγίτου συμπεριελήφθηκε να τιμάται επιπρόσθετα και στις 12 Οκτωβρίου όπου και ορίσθηκε να τιμάται η Σύναξη των εν Αθήναις Αγίων.


Dionysios the Areopagite

Reading from the Synaxarion:

This Saint was from Athens, a learned man, and a member of the famous
judicial court of Mars Hill (in Greek Aeros Pagos, hence the name
Areopagite (see Acts 17:19-34). When Saint Paul preached in Athens, he was
one of the first there to believe in Christ, and, according to some,
became the first bishop of that city. Others say -- and this may be more
probable--that he was the second Bishop of Athens, after Saint Hierotheus, whom
Dionysius calls his friend and teacher "after Paul" (On the Divine Names,
3:2). With Saint Hierotheus he was also present at the Dormition of the
most holy Theotokos; the Doxasticon of the Aposticha for the service
of the Dormition is partly taken from a passage in Chapter III of On
the Divine Names. According to ancient tradition, he received a
martyr's end (according to some, in Athens itself) about the year 96.

Apolytikion in the Fourth Tone
Since thou hadst been instructed in uprightness thoroughly and wast
vigilant in all things, thou wast clothed with a good conscience as
befitteth one holy.  Thou didst draw from the Chosen Vessel ineffable
mysteries; and having kept the Faith, thou didst finish a like course, O
Hieromartyr Dionysios. Intercede with Christ God that our souls be saved.

Kontakion in the Plagal of the Fourth Tone
In spirit, thou dist pass through Heaven's gates, instructed by the
great Apostle who attained to the third Heaven's heights, and wast made
rich in all knowledge of things beyond speech; and then thou, O
Dionysius, didst illuminate them that slumbered in the darkness of their
ignorance.  Hence we all cry out:  Rejoice, O universal Father.

Ὑπέρθεος ἄνδρας
Πολλαπλασιάζεται ἀπὸ τὸ ἕνα
Παντοτινὴ ἀνάταση
Ἔρωτας τοῦ ἀγαθοῦ ἀγαθός
Παντογνωσία
Τὸ μικρὸ καὶ ταυτό

Ὑπέρθεος ἄνδρας

Η ΠΑΝΤΩΝ αἰτία καὶ ἀποπληρωτικὴ τοῦ υἱοῦ θεότης ἡ τὰ μέρη τῇ ὁλότητι σύμφωνα διασώζουσα καὶ οὔτε μέρος οὔτε ὅλον οὖσα καὶ ὅλον καὶ μέρος͵ ὡς πᾶν καὶ μέρος καὶ ὅλον ἐν ἑαυτῇ συνειληφυῖα καὶ ὑπερέχουσα καὶ προέχουσα͵ τελεία μέν ἐστιν ἐν τοῖς ἀτελέσιν ὡς τελετάρχις͵ ἀτελὴς δὲ ἐν τοῖς τελείοις ὡς ὑπερτελὴς καὶ προτέλειος͵ εἶδος εἰδοποιὸν ἐν τοῖς ἀνειδέοις ὡς εἰδεάρχις͵ ἀνείδεος ἐν τοῖς εἴδεσιν ὡς ὑπὲρ εἶδος͵ οὐσία ταῖς ὅλαις οὐσίαις ἀχράντως ἐπιβατεύουσα καὶ ὑπερουσίως ἁπάσης οὐσίας ἐξῃρημένη͵ τὰς ὅλας ἀρχὰς καὶ τάξεις ἀφορίζουσα καὶ πάσης ἀρχῆς καὶ τάξεως ὑπεριδρυμένη. Καὶ μέτρον ἐστὶ τῶν ὄντων καὶ αἰὼν καὶ ὑπὲρ αἰῶνα καὶ πρὸ αἰῶνος͵ πλήρης ἐν τοῖς ἐνδεέσιν͵ ὑπερπλήρης ἐν τοῖς πλήρεσιν͵ ἄῤῥητος͵ ἄφθεγκτος͵ ὑπὲρ νοῦν͵ ὑπὲρ ζωήν͵ ὑπὲρ οὐσίαν. Ὑπερφυῶς ἔχει τὸ ὑπερφυές͵ ὑπερουσίως τὸ ὑπερούσιον. Ὅθεν ἐπειδὴ καὶ ἕως φύσεως ὑπὲρ φιλανθρωπίας ἐλήλυθε καὶ ἀληθῶς οὐσιώθη καὶ ἀνὴρ ὁ ὑπέρθεος ἐχρημάτισεν͵ ἵλεω δὲ εἴη πρὸς ἡμῶν τὰ ὑπὲρ νοῦν καὶ λόγον ὑμνούμενα͵ κἀν τούτοις ἔχει τὸ ὑπερφυὲς καὶ ὑπερούσιον͵ οὐ μόνον ᾗ ἀναλλοιώτως ἡμῖν καὶ ἀσυγχύτως κεκοινώνηκε μηδὲν πεπονθὼς εἰς τὸ ὑπερπλῆρες αὐτοῦ πρὸς τῆς ἀφθέγκτου κενώσεως͵ ἀλλ΄ ὅτι καὶ τὸ πάντων καινῶν καινότατον ἐν τοῖς φυσικοῖς ἡμῶν ὑπερφυὴς ἦν ἐν τοῖς κατ΄ οὐσίαν ὑπερούσιος πάντα τὰ ἡμῶν ἐξ ἡμῶν ὑπὲρ ἡμᾶς ὑπερέχων.

 Πολλαπλασιάζεται ἀπὸ τὸ ἕνα


ΔΙΑΚΡΙΣΙΝ θείαν εἶναι φαμέν͵ ὡς εἴρηται͵ τὰς ἀγαθοπρεπεῖς τῆς θεαρχίας προόδους. Δωρουμένη γὰρ πᾶσι τοῖς οὖσι καὶ ὑπερχέουσα τὰς τῶν ὅλων ἀγαθῶν μετουσίας ἡνωμένως μὲν διακρίνεται͵ πληθύεται δὲ ἑνικῶς καὶ πολλαπλασιάζεται ἐκ τοῦ ἑνὸς ἀνεκφοιτήτως. Οἷον ἐπειδὴ ὤν ἐστιν ὁ θεὸς ὑπερουσίως͵ δωρεῖται δὲ τὸ εἶναι τοῖς οὖσι καὶ παράγει τὰς ὅλας οὐσίας͵ πολλαπλασιάζεσθαι λέγεται τὸ ἓν ὂν ἐκεῖνο τῇ ἐξ αὑτοῦ παραγωγῇ τῶν πολλῶν ὄντων μένοντος οὐδὲν ἧττον ἐκείνου καὶ ἑνὸς ἐν τῷ πληθυσμῷ καὶ ἡνωμένου κατὰ τὴν πρόοδον καὶ πλήρους ἐν τῇ διακρίσει τῷ πάντων εἶναι τῶν ὄντων ὑπερουσίως ἐξῃρημένον καὶ τῇ ἑνιαίᾳ τῶν ὅλων προαγωγῇ καὶ τῇ ἀνελαττώτῳ χύσει τῶν ἀμειώτων αὑτοῦ μεταδόσεων. Ἀλλὰ καὶ ἓν ὢν καὶ παντὶ μέρει καὶ ὅλῳ καὶ ἑνὶ καὶ πλήθει τοῦ ἑνὸς μεταδιδοὺς ἕν ἐστιν ὡσαύτως ὑπερουσίως οὔτε μέρος ὂν τοῦ πλήθους οὔτε ἐκ μερῶν ὅλον. Καὶ οὕτως οὔτε ἕν ἐστιν οὔτε ἑνὸς μετέχει. Πόῤῥω δὲ τούτων ἕν ἐστιν ὑπὲρ τὸ ἕν͵ τοῖς οὖσιν ἓν καὶ πλῆθος ἀμερές͵ ἀπλήρωτον ὑπερπλῆρες͵ πᾶν ἓν καὶ πλῆθος παράγον καὶ τελειοῦν καὶ συνέχον. Πάλιν τῇ ἐξ αὐτοῦ θεώσει τῷ κατὰ δύναμιν ἑκάστου θεοειδεῖ θεῶν πολλῶν γιγνομένων δοκεῖ μὲν εἶναι καὶ λέγεται τοῦ ἑνὸς θεοῦ διάκρισις καὶ πολλαπλασιασμός͵ ἔστι δὲ οὐδὲν ἧττον ὁ ἀρχίθεος καὶ ὑπέρθεος ὑπερουσίως εἷς θεός͵ ἀμέριστος ἐν τοῖς μεριστοῖς͵ ἡνωμένος ἑαυτῷ καὶ τοῖς πολλοῖς ἀμιγὴς καὶ ἀπλήθυντος.

 Παντοτινὴ ἀνάταση


ΦΩΣ νοητὸν ὁ ἀγαθὸς λέγεται διὰ τὸ πάντα μὲν ὑπερουράνιον νοῦν ἐμπιμπλάναι νοητοῦ φωτός͵ πᾶσαν δὲ ἄγνοιαν καὶ πλάνην ἐλαύνειν ἐκ πασῶν͵ αἷς ἂν ἐγγένηται ψυχαῖς͵ καὶ πάσαις αὐταῖς φωτὸς ἱεροῦ μεταδιδόναι καὶ τοὺς νοεροὺς αὐτῶν ὀφθαλμοὺς ἀποκαθαίρειν τῆς περικειμένης αὐταῖς ἐκ τῆς ἀγνοίας ἀχλύος καὶ ἀνακινεῖν καὶ ἀναπτύσσειν τῷ πολλῷ βάρει τοῦ σκότους συμμεμυκότας καὶ μεταδιδόναι πρῶτα μὲν αἴγλης μετρίας͵ εἶτα ἐκείνων ὥσπερ ἀπογευομένων φωτὸς καὶ μᾶλλον ἐφιεμένων μᾶλλον ἑαυτὴν ἐνδιδόναι καὶ περισσῶς ἐπιλάμπειν͵ ὅτι ἠγάπησαν πολύ͵ καὶ ἀεὶ ἀνατείνειν αὐτὰς ἐπὶ τὰ πρόσω κατὰ τὴν σφῶν εἰς ἀνάνευσιν ἀναλογίαν.

 Ἔρωτας τοῦ ἀγαθοῦ ἀγαθός


ΚΑΙ αὐτὸς ὁ πάντων αἴτιος δι΄ ἀγαθότητος ὑπερβολὴν πάντων ἐρᾷ͵ πάντα ποιεῖ͵ πάντα τελειοῖ͵ πάντα συνέχει͵ πάντα ἐπιστρέφει͵ καὶ ἔστι καὶ ὁ θεῖος ἔρως ἀγαθὸς ἀγαθοῦ διὰ τὸ ἀγαθόν. Αὐτὸς γὰρ ὁ ἀγαθοεργὸς τῶν ὄντων ἔρως ἐν τἀγαθῷ καθ΄ ὑπερβολὴν προϋπάρχων οὐκ εἴασεν αὐτὸν ἄγονον ἐν ἑαυτῷ μένειν͵ ἐκίνησε δὲ αὐτὸν εἰς τὸ πρακτικεύεσθαι κατὰ τὴν ἁπάντων γενητικὴν ὑπερβολήν. ...
Πλὴν ἵνα μὴ ταῦτα εἰπεῖν δοκῶμεν ὡς τὰ θεῖα λόγια παρακινοῦντες͵ ἀκουέτωσαν αὐτῶν οἱ τὴν ἔρωτος ἐπωνυμίαν διαβάλλοντες· Ἐράσθητι αὐτῆς͵ φησί͵ καὶ τηρήσει σε· περιχαράκωσον αὐτήν͵ καὶ ὑψώσει σε· τίμησον αὐτήν͵ ἵνα σε περιλάβῃ͵ καὶ ὅσα ἄλλα κατὰ τὰς ἐρωτικὰς θεολογίας ὑμνεῖται. Καίτοι ἔδοξέ τισι τῶν καθ΄ ἡμᾶς ἱερολόγων καὶ θειότερον εἶναι τὸ τοῦ ἔρωτος ὄνομα τοῦ τῆς ἀγάπης. Γράφει δὲ καὶ ὁ θεῖος Ἰγνάτιος· Ὁ ἐμὸς ἔρως ἐσταύρωται. Καὶ ἐν ταῖς προεισαγωγαῖς τῶν λογίων εὑρήσεις τινὰ λέγοντα περὶ τῆς θείας σοφίας· Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς. Ὥστε τοῦτο δὴ τὸ τοῦ ἔρωτος ὄνομα μὴ φοβηθῶμεν μηδέ τις ἡμᾶς θορυβείτω λόγος περὶ τούτου δεδιττόμενος.
Ἐμοὶ γὰρ δοκοῦσιν οἱ θεολόγοι κοινὸν μὲν ἡγεῖσθαι τὸ τῆς ἀγάπης καὶ τοῦ ἔρωτος ὄνομα͵ διὰ τοῦτο δὲ τοῖς θείοις μᾶλλον ἀναθεῖναι τὸν ὄντως ἔρωτα διὰ τὴν ἄτοπον τῶν τοιούτων ἀνδρῶν πρόληψιν. Θεοπρεπῶς γὰρ τοῦ ὄντως ἔρωτος οὐχ ὑφ΄ ἡμῶν μόνον͵ ἀλλὰ καὶ πρὸς τῶν λογίων αὐτῶν ὑμνουμένου τὰ πλήθη μὴ χωρήσαντα τὸ ἑνοειδὲς τῆς ἐρωτικῆς θεωνυμίας οἰκείως ἑαυτοῖς ἐπὶ τὸν μεριστὸν καὶ σωματοπρεπῆ καὶ διῃρημένον ἐξωλίσθησαν͵ ὃς οὐκ ἔστιν ἀληθὴς ἔρως͵ ἀλλ΄ εἴδωλον ἢ μᾶλλον ἔκπτωσις τοῦ ὄντως ἔρωτος. Ἀχώρητον γάρ ἐστι τῷ πλήθει τὸ ἑνιαῖον τοῦ θείου καὶ ἑνὸς ἔρωτος. Διὸ καὶ ὡς δυσχερέστερον ὄνομα τοῖς πολλοῖς δοκοῦν ἐπὶ τῆς θείας σοφίας τάττεται πρὸς ἀναγωγὴν αὐτῶν καὶ ἀνάτασιν εἰς τὴν τοῦ ὄντως ἔρωτος γνῶσιν καὶ ὥστε ἀπολυθῆναι τῆς ἐπ΄ αὐτῷ δυσχερείας

 Παντογνωσία


ΑΛΛ' ΟΤΙ μὲν σοφίας αὐτῆς καὶ πάσης καὶ νοῦ παντὸς καὶ λόγου καὶ αἰσθήσεως πάσης ἡ θεία σοφία καὶ ἀρχὴ καὶ αἰτία καὶ ὑποστάτις καὶ τελείωσις καὶ φρουρὰ καὶ πέρας εἴρηται͵ πῶς δὲ αὐτὸς ὁ θεὸς ὁ ὑπέρσοφος σοφία καὶ νοῦς καὶ λόγος καὶ γνώστης ὑμνεῖται; Πῶς γὰρ νοήσει τι τῶν νοητῶν οὐκ ἔχων νοερὰς ἐνεργείας ἢ πῶς γνώσεται τὰ αἰσθητὰ πάσης αἰσθήσεως ὑπεριδρυμένος; Καίτοι πάντα αὐτὸν εἰδέναι φησὶ τὰ λόγια καὶ οὐδὲν διαφεύγειν τὴν θείαν γνῶσιν. Ἀλλ΄ ὅπερ ἔφην πολλάκις͵ τὰ θεῖα θεοπρεπῶς νοητέον. Τὸ γὰρ ἄνουν καὶ ἀναίσθητον καθ΄ ὑπεροχήν͵ οὐ κατ΄ ἔλλειψιν ἐπὶ θεοῦ τακτέον ὥσπερ καὶ τὸ ἄλογον ἀνατίθεμεν τῷ ὑπὲρ λόγον καὶ τὴν ἀτέλειαν τῷ ὑπερτελεῖ καὶ προτελείῳ καὶ τὸν ἀναφῆ καὶ ἀόρατον γνόφον τῷ φωτὶ τῷ ἀπροσίτῳ καθ΄ ὑπεροχὴν τοῦ ὁρατοῦ φωτός. Ὥστε ὁ θεῖος νοῦς πάντα συνέχει τῇ πάντων ἐξῃρημένῃ γνώσει κατὰ τὴν πάντων αἰτίαν ἐν ἑαυτῷ τὴν πάντων εἴδησιν προειληφώς͵ πρὶν ἀγγέλους γενέσθαι εἰδὼς καὶ παράγων ἀγγέλους καὶ πάντα τὰ ἄλλα ἔνδοθεν καὶ ἀπ΄ αὐτῆς͵ ἵν΄ οὕτως εἴπω͵ τῆς ἀρχῆς εἰδὼς καὶ εἰς οὐσίαν ἄγων. Καὶ τοῦτο οἶμαι παραδιδόναι τὸ λόγιον͵ ὁπόταν φησίν· Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Οὐ γὰρ ἐκ τῶν ὄντων τὰ ὄντα μανθάνων οἶδεν ὁ θεῖος νοῦς͵ ἀλλ΄ ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ κατ΄ αἰτίαν τὴν πάντων εἴδησιν καὶ γνῶσιν καὶ οὐσίαν προέχει καὶ προσυνείληφεν οὐ κατ΄ ἰδίαν ἑκάστοις ἐπιβάλλων͵ ἀλλὰ κατὰ μίαν τῆς αἰτίας περιοχὴν τὰ πάντα εἰδὼς καὶ συνέχων ὥσπερ καὶ τὸ φῶς κατ΄ αἰτίαν ἐν ἑαυτῷ τὴν εἴδησιν τοῦ σκότους προείληφεν οὐκ ἄλλοθεν εἰδὼς τὸ σκότος ἢ ἀπὸ τοῦ φωτός. Ἑαυτὴν οὖν ἡ θεία σοφία γινώσκουσα γνώσεται πάντα ἀΰλως τὰ ὑλικὰ καὶ ἀμερίστως τὰ μεριστὰ καὶ τὰ πολλὰ ἑνιαίως αὐτῷ τῷ ἑνὶ τὰ πάντα καὶ γινώσκουσα καὶ παράγουσα.

 Τὸ μικρὸ καὶ ταυτό


ΣΜΙΚΡΟΝ δὲ ἤτοι λεπτὸν ἐπ΄ αὐτοῦ λέγεται τὸ παντὸς ὄγκου καὶ διαστήματος ἐκβεβηκὸς καὶ τὸ διὰ πάντων ἀκωλύτως χωροῦν. Καίτοι καὶ πάντων αἴτιόν ἐστι τὸ σμικρόν͵ οὐδαμοῦ γὰρ εὑρήσεις τὴν τοῦ σμικροῦ ἰδέαν ἀμέθεκτον. Οὕτως οὖν ἐπὶ θεοῦ τὸ σμικρὸν ἐκληπτέον ὡς ἐπὶ πάντα καὶ διὰ πάντων ἀνεμποδίστως χωροῦν καὶ ἐνεργοῦν καὶ διϊκνούμενον ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος͵ ἁρμῶν τε καὶ μυελῶν καὶ ἐννοιῶν καρδίας͵ μᾶλλον δὲ τῶν ὄντων ἁπάντων. Οὐ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Τοῦτο τὸ σμικρὸν ἄποσόν ἐστι καὶ ἀπήλικον͵ ἀκρατές͵ ἄπειρον͵ ἀόριστον͵ περιληπτικὸν πάντων͵ αὐτὸ δὲ ἀπερίληπτον.
Τὸ δὲ ταὐτὸν ὑπερουσίως ἀΐδιον͵ ἄτρεπτον͵ ἐφ΄ ἑαυτοῦ μένον͵ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον͵ πᾶσιν ὡσαύτως παρὸν καὶ αὐτὸ καθ΄ ἑαυτὸ ἐφ΄ ἑαυτοῦ σταθερῶς καὶ ἀχράντως ἐν τοῖς καλλίστοις πέρασι τῆς ὑπερουσίου ταὐτότητος ἱδρυμένον͵ ἀμετάβλητον͵ ἀμετάπτωτον͵ ἀῤῥεπές͵ ἀναλλοίωτον͵ ἀμιγές͵ ἄϋλον͵ ἁπλούστατον͵ ἀπροσδεές͵ ἀναυξές͵ ἀμείωτον͵ ἀγένητον͵ οὐχ ὡς μήπω γενόμενον ἢ ἀτελείωτον ἢ ὑπὸ τοῦδε ἢ τόδε μὴ γενόμενον͵ οὐδ΄ ὡς μηδαμῆ μηδαμῶς ὄν͵ ἀλλ΄ ὡς ὑπὲρ πᾶν ἀγένητον καὶ ἀπολύτως ἀγένητον καὶ ἀεὶ ὂν καὶ αὐτοτελὲς ὂν καὶ ταὐτὸν ὂν καθ΄ ἑαυτὸ καὶ ὑφ΄ ἑαυτοῦ μονοειδῶς καὶ ταὐτοειδῶς ἀφοριζόμενον καὶ τὸ ταὐτὸν ἐξ ἑαυτοῦ πᾶσι τοῖς μετέχειν ἐπιτηδείοις ἐπιλάμπον καὶ τὰ ἕτερα τοῖς ἑτέροις συντάττον͵ περιουσία καὶ αἰτία ταὐτότητος ἐν ἑαυτῷ καὶ τὰ ἐναντία ταὐτῶς προέχον κατὰ τὴν μίαν καὶ ἑνικὴν τῆς ὅλης ταὐτότητος ὑπερέχουσαν αἰτίαν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου