37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Φιλοθέης Αθηναίας. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Φιλοθέης Αθηναίας. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 15 Φεβρουαρίου 2010

Φιλοθέης Αθηναίας

Ιερέων ακρότης,
ευσεβείας διδάσκαλος,
και θαυματουργός ανεδείχθης,
Ιεράρχα πανόλβιε '
ηθών γαρ ουρανίων τω φωτί,
του Πνεύματος πλουτήσας την ισχύν,
θεραπεύεις τους νοσούντας και τας ψυχάς,
Λέον των προσιόντων σοι.
Δόξα τω σε δοξάσαντι Χριστώ,
δόξα τω σε στεφανώσαντι,
δόξα τω ενεργούντι δια σου,
πάσιν ιάματα.

Φιλοθέης Αθηναίας

Αθηναίων η πόλις η περιώνυμος,
Φιλοθέη τιμά την Οσιομάρτυρα,
και ασπάζεται αυτής το θείον λείψανον,
ότι εβίωσε σεμνώς και μετήλλαξε το ζήν,
αθλήσει και μαρτυρίω,
και πρεσβεύει προς τον Σωτήρα,
διδόναι πάσι το θείον έλεος.