37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Μενάνδρου. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Μενάνδρου. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 14 Απριλίου 2010

Πατρικίου,Ακακίου,Μενάνδρου,Πολυαίνου

Τετράς θεοφρούρητος,
ιεραρχών ιερών,
Τριάδα την άκτιστον,
κατ'εναντίων εχθρών,
πανσόφως εκήρυξε.
Πατρίκιος ο της Προύσσης,
θεηγόρος ποιμάντωρ,
Ακάκιος συν Μενάνδρω και Πολυαίνος άμα '
διό και ως αθλήσαντες,
δόξης ηξιώθησαν.