37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Φιλίππου αποστόλου. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Φιλίππου αποστόλου. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 26 Ιουλίου 2010

Φιλίππου Αποστόλου

Θείαν έλλαμψιν,
του Παρακλήτου,
εισδεξάμενος,
πυρός εν είδει,
παγκοσμίως ως αστήρ ανατέταλκας,
και της αγνοίας τον ζόφον διέλυσας,
τη θεία αίγλη Απόστολε Φίλιππε.
Όθεν πρέσβευε,
Χριστώ τω θεώ δεόμεθα,
δωρήσασθαι ημίν το μέγα έλεος.

Τετάρτη 7 Ιουλίου 2010

Φιλίππου αποστόλου

Θείας χάριτος,
πλήρης υπάρχων,
διηκόνησας,
τη Εκκλησία,
ως Διάκονος του Λόγου Απόστολε '
θεοσημείαις δε θείαις χρησάμενος,,
της Σαμαρείας τα πλήθη κατηύγασας,
Μάκαρ Φίλιππε,
Χριστόν τον θεόν ικέτευε,
δωρήσασθαι ημίν το μέγα έλεος.