37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Α' και Β' Εύρεσις Κεφαλής Τιμίου Προδρόμου. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Α' και Β' Εύρεσις Κεφαλής Τιμίου Προδρόμου. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 18 Φεβρουαρίου 2010

Α' και Β' Εύρεσις Κεφαλής Τιμίου Προδρόμου

Εκ γης ανατείλασα,
η του Προδρόμου Κεφαλή,
ακτίνας αφίησι,
της αφθαρσίας,
πιστοίς των ιάσεων '
άνωθεν συναθροίζει,
την πληθύν των Αγγέλων,
κάτωθεν συγκαλείται των ανθρώπων το γένος,
ομόφωνον αναπέμψαι,
δόξαν Χριστώ τω θεώ.