37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Ιουστίνης. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ιουστίνης. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 1 Ιουλίου 2010

Κυπριανού Ιερομάρτυρος,Ιουστίνης

Θείας πίστεως τη φωταυγεία,
σκότος έλιπες,
της ασεβείας,
και φωστήρ της αληθείας γεγένησαι '
ποιμαντικώς γαρ φαιδρύνας τον βίον σου,
Κυπριανέ τη αθλήσει δεδόξασαι,
Πάτερ Όσιε,
τον Κτίστην ημίν ιλέωσαι,
ομού συν Ιουστίνη τη θεόφρονι.