37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 25 Μαρτίου 2010

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

Μετά κλάδων υμνήσαντες πρότερον,
μετά ξύλων συνέλαβον ύστερον,
οι αγνώμονες Χριστόν,
Ιουδαίοι τον θεόν '
ημείς δε πίστει αμεταθέτω,
αεί τιμώντες,
ως ευεργέτην,
δια παντός βοώμεν αυτώ.
Ευλογημένος ει ο ερχόμενος,
τον Αδάμ ανακαλέσασθαι.