37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Λογγίνου εκατόνταρχου. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Λογγίνου εκατόνταρχου. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 11 Ιουλίου 2010

Λογγίνου εκατόνταρχου

Τον Ήλιον της δόξης Σταυρώ προσηλωθέντα,
και τοις εν σκιά θανάτου,
εκλάμποντα ως είδες,
ηγαύσθης Αυτού ταις αστραπαίς,
και ήθλησας Λογγίνε ευσεβώς '
δια τούτο νοσημάτων παντοδαπών,
λυτρούσαι τους εκβοώντας '
δόξα τω δεδωκότι σοι ισχύν,
δόξα τω σε στεφανώσαντι,
δόξα τω ενεργούντι δια σου,
πάσιν ιάματα.