37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Ζαχαρίου Προφήτου. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ζαχαρίου Προφήτου. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 15 Ιουνίου 2010

Ζαχαρίου Προφήτου

Ιερωσύνης στολισμόν,
περιβαλλόμενος σοφέ,
κατά τον νόμον του θεού,
ολοκαυτώματα δεκτά,
ιεροπρεπώς προσενήνοχας Ζαχαρία '
και γέγονας φωστήρ,
και θεατής μυστικών,
τα σύμβολα εν σοί,
τα της χάριτος,
φέρων εκδήλως πάνσοφε '
και ξίφει αναιρεθείς εν τω ναώ του θεού,
Χριστού Προφήτα,
συν τω Προδρόμω,
πρέσβευε σωθήναι τας ψυχάς ημών.