37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Νήφωνος πατριάρχου Κωνσταντινουπόλεως. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Νήφωνος πατριάρχου Κωνσταντινουπόλεως. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 1 Ιουνίου 2010

Νήφωνος πατριάρχου Κωνσταντινουπόλεως

Έργοις έλαμψας,
της ευσεβείας,
πάσαν ηύγασας,
την Εκκλησίαν,
της ταπεινώσεως τρόποις υψούμενος '
ασκητικώς δοξασθείς γαρ εν Άθωνι,
πατριαρχών καλλονή,
εχρημάτισας,
Νήφων ένδοξε,
θείων χαρίτων έμπλησον,
τους πίστει και πόθω σε μεγαλύνοντας.