37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Αλεξάνδρου. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Αλεξάνδρου. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 13 Ιουνίου 2010

Αλεξάνδρου,Ιωάννου,Παύλου

Μύσται ουράνιοι,
αποδεικνύμενοι,
θείοι εκφάντορες,
τω κόσμω ώφθητε,
την Εκκλησίαν του Χριστού,
ποιμάναντες θεαρέστως,
ιερέ Αλέξανδρε,
της Τριάδος ο πρόμαχος,
Ιωάννη ένδοξε,
της χάριτος τρόφιμος και
Παύλε ιερέων ακρότης '
όθεν υμάς ανευφημούμεν.

Δευτέρα 26 Απριλίου 2010

Αλεξάνδρου,Αντωνίνης μαρτύρων

Ξυνωρίς η αγία των Μαρτύρων υμνείσθω μοι,
συν τω ευκλεεί Αλεξάνδρω,
Αντωνίνα η πάνσεμνος '
αγάπη γαρ και πίστει ευσεβεί,
εκλάμψαντες εν άθλοις ιεροίς,
ιαμάτων εφαπλούσι μαρμαρυγάς,
τοις πόθω ανακράζουσι '
δόξα τω ενισχύσαντι υμάς,
δόξα τω στεφανώσαντι,
δόξα τω ενεργούντι δι'υμών,
πάσιν ιάματα.