37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Ευφημίας μεγαλομάρτυρος. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ευφημίας μεγαλομάρτυρος. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 22 Ιουνίου 2010

Ευφημίας Μεγαλομάρτυρος

Τω θείω έρωτι,
λαμπρώς αθλήσασα,
εις οσμήν έδραμες,
Χριστού πανεύφημε,
οία νεάνις παγκαλλής,
και Μάρτυς πεποικιλμένη '
όθεν εισελήλυθας,
εις παστάδα ουράνιον,
κόσμω διανέμουσα,
ιαμάτων χαρίσματα,
και σώζουσα τους σοί εκβοώντας '
χαίροις θεόφρον Ευφημία.

Κυριακή 16 Μαΐου 2010

Ευφημίας μεγαλομάρτυρος

Λίαν εύφρανας τους ορθοδόξους,
και κατήσχυνας τους κακοδόξους,
Ευφημία Χριστού καλλιπάρθενε '
της γαρ τετάρτης Συνόδου εκύρωσας,
ά οι Πατέρες καλώς εδογμάτισαν '
μάρτυς ένδοξε,
Χριστόν τον θεόν ικέτευε,
δωρήσασθαι ημίν το μέγα έλεος.