37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Γρηγορίου Πατριάρχου Κωνσταντινουπόλεως. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Γρηγορίου Πατριάρχου Κωνσταντινουπόλεως. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 18 Μαρτίου 2010

Γρηγορίου Πατριάρχου Κωνσταντινουπόλεως

Δημητσάνης τον γόνον,
Βυζαντίου τον πρόεδρον,
και της Εκκλησίας απάσης,
γέρας θείον και καύχημα.
Γρηγόριον τιμήσωμεν πιστοί,
ως Μάρτυρα Χριστού πανευκλεή,
ίνα λάβωμεν πταισμάτων τον ιλασμόν,
παρά θεού κραυγάζοντες.
Δόξα τω δεδωκότι σου ισχύν,
δόξα τω σε στεφανώσαντι,
δόξα τω εν ευκλεία ουρανών,
δοξάσαντι σε,Άγιε.