37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Μεγάλη Πέμπτη. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Μεγάλη Πέμπτη. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 28 Μαρτίου 2010

Μεγάλη Πέμπτη,Μυστικός Δείπνος

Ότε οι ένδοξοι Μαθηταί,
εν τω νιπτήρι του δείπνου εφωτίζοντο,
τότε Ιούδας ο δυσεβής,
φιλαργυρίαν νοσήσας εσκοτίζετο '
και ανόμοις κριταίς,
σε τον Δίκαιον Κριτήν παραδίδωσι.
Βλέπε χρημάτων εραστά,
τον δια ταύτα αγχόνη χρησάμενον '
φεύγε ακόρεστον ψυχήν,
την διδασκάλω τοιαύτα τολμήσασαν.
Ο περί πάντα αγαθός,
Κύριε δόξα σοι.