37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Βασίλειος. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Βασίλειος. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 2 Μαΐου 2010

Ισαύρου,Μανουήλ,Ισμαήλ,Ερμείας,Περεγρίνος,Βασίλειος,Σαβέλ,Φήλιξ,Ιννοκέντιος μαρτύρων

Ως εννεάριθμον,
του Λόγου σύνταγμα,
εχθρών τας φάλαγγας,
κατετροπώσαντο,
Ίσαυρος Φήλιξ συν αυτοίς,
Ερμείας και Περεγρίνος,
άμα Ιννοκέντιος,
Μανουήλ και Βασίλειος,
Ισμαήλ ο ένδοξος,
Σαβέλ ο μακάριος,
διό και τα βραβεία της νίκης,
εύρον ως Μάρτυρες Κυρίου.