ΝΑΜΑΤΑ ΓΛΥΚΥΡΡΟΙΑ
ΠΟΤΑΜΟΥΣ ΛΟΓΙΚΟΥΣ ΤΗΣ ΘΕΙΑΣ ΧΡΗΣΤΟΤΗΤΟΣ ΤΙΜΗΣΩΜΕΝ
37
ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38
ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39
καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40
ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41
ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42
ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα
Σύναξις 70 Αποστόλων
.
Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα
Σύναξις 70 Αποστόλων
.
Εμφάνιση όλων των αναρτήσεων
Κυριακή 27 Δεκεμβρίου 2009
Σύναξις 70 Αποστόλων
..
Θείας πίστεως τω αμφιβλήστρω,
εξωγρήσατε,
εθνών αγέλας,
Εβδομήκοντα Κυρίου Απόστολοι,
προς ευσεβείας την θείαν επίγνωσιν,
ως δεδεγμένοι την χάριν του Πνεύματος.
Μύσται ένθεοι,
Χριστώ τω θεώ πρεσβεύσατε,
δωρήσασθαι ημίν το μέγα έλεος.
Παλαιότερες αναρτήσεις
Αρχική σελίδα
Εγγραφή σε:
Αναρτήσεις (Atom)