37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

Πέμπτη 10 Ιουνίου 2010

Αποτομή Κεφαλής Προδρόμου

Μνήμη δικαίου μετ'εγκωμίων,
σοί δε αρκέσει η μαρτυρία του Κυρίου,
Πρόδρομε '
ανεδείχθης γαρ όντως και προφητών σεβασμιώτερος,
ότι και εν ρείθροις βαπτίσαι κατηξιώθης τον κηρυττόμενον.
Όθεν της αληθείας υπαραθλήσας,
χαίρων ευηγγελίσω και τοις εν άδη θεόν φανερωθέντα εν σαρκί,
τον αίροντα την αμαρτίαν του κόσμου,
και παρέχοντα ημίν το μέγα έλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου