37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

Δευτέρα 31 Μαΐου 2010

Αιμιλιανού Κυζίκου

Της του Λόγου εικόνος διαγράψας την έλλαμψιν,
Αιμιλιανέ ιεράρχα,
δια βίου ορθότητος,
την ένσωμον εικόνα του Χριστού,
εδίδαξας τιμάσθαι ευσεβώς '
δια τούτο ως ποιμένα και αθλητήν,
τιμώμεν σε κραυγάζοντες '
δόξα τω παρασχόντι σοι ισχύν,
δόξα τω σε στεφανώσαντι,
δόξα τω δωρουμένω δια σου,
πάσι την άφεσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου