ΝΑΜΑΤΑ ΓΛΥΚΥΡΡΟΙΑ
ΠΟΤΑΜΟΥΣ ΛΟΓΙΚΟΥΣ ΤΗΣ ΘΕΙΑΣ ΧΡΗΣΤΟΤΗΤΟΣ ΤΙΜΗΣΩΜΕΝ
37
ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38
ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39
καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40
ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41
ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42
ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Κυριακή 20 Δεκεμβρίου 2009
Σύναξις Υπεραγίας Θεοτόκου
..
Ευαγγελίζου Ιωσήφ,
τω Δαυίδ τα θαύματα τω θεοπάτωρι.
Παρθένον είδες κυοφορήσασαν '
μετά Ποιμένων εδοξολόγησας '
μετά των Μάγων προσεκύνησας,
δια Αγγέλου χρηματισθείς.
Ικέτευε Χριστόν τον θεόν,
σωθήναι τας ψυχάς ημών.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Νεότερη ανάρτηση
Παλαιότερη Ανάρτηση
Αρχική σελίδα
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου