37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

Κυριακή 13 Δεκεμβρίου 2009

Αγίου Διονυσίου


..
Της Ζακύνθου τον γόνον και Αιγίνης τον πρόεδρον,
τον φρουρόν Μονής των Στροφάδων,
Διονύσιον άπαντες,
τιμήσωμεν συμφώνως οι πιστοί,
βοώντες προς Αυτόν ειλικρινώς '
σαις λιταίς τους την σην μνήμην επιτελούντας,
σώζε και βοώντας σοι '
Δόξα τω σε δοξάσαντι Χριστώ,
δόξα τω δωρησαμένω σε ημίν,
πρέσβυν ακοίμητον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου