37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

Δευτέρα 7 Δεκεμβρίου 2009

Σπυρίδωνος Θαυματουργού


..
Της Συνόδου της πρώτης ανεδείχθης υπέρμαχος,
και θαυματουργός θεοφόρε Σπυρίδων πατήρ ημών '
διό νεκρά συ εν τάφω προσφωνείς,
και όφιν εις χρυσούν μετέβαλες '
και εν τω μέλπειν τας αγίας σου ευχάς,
Αγγέλους έσχες συλλειτουργούντας σοι,
ιερώτατε.
Δόξα τω σε δοξάσαντι Χριστώ '
δόξα τω ενεργούντι δια σου πάσιν ιάματα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου