37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

Πέμπτη 26 Νοεμβρίου 2009

Ανδρέου Πρωτόκλητου Αποστόλου

Ήχος δ'
.
Ως των Αποστόλων Πρωτόκλητος,
και του κορυφαίου αυτάδελφος,
τω Δεσπότη των όλων Ανδρέα ικέτευε,
ειρήνην τη οικουμένη δωρήσασθαι,
και ταις ψυχαίς ημών το μέγα έλεος.

1 σχόλιο:

  1. Hello!
    I am sorry for my English.
    You don't know, where it is possible to find the acathistus to sacred Apostle Andrey in мп3 or any other audioformat. It is desirable, if it was choral singing.
    My e-mail: AsterixDan@gmail.com

    ΑπάντησηΔιαγραφή