37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

Τρίτη 23 Μαρτίου 2010

Οσίου Ιωάννου

Απολών εξ ονύχων Χριστόν ηγάπησας,
και την σην κλήσιν θεόφρον καταλαμπρύνεις σαφώς,
πλήρης χάριτος οφθείς του θείου Πνεύματος '
εκκαθάρας γαρ τον νουν,
των Αγγέλων μιμητής,
εν σώματι ανεδείχθης,
Πατήρ ημών Ιωάννη,
μεθ'ων ικέτευε σωθήναι ημάς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου