37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.
Εμφάνιση αναρτήσεων με ετικέτα Οσίου Συμεών Στυλίτου. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Οσίου Συμεών Στυλίτου. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 18 Απριλίου 2010

Οσίου Συμεών Στυλίτου

Ως αείφατος λύχνος δωρεών της ασκήσεως,
εν τω θαυμαστώ πάτερ Όρει,
διαπρέψας ανέλαμψας,
και κλίμακα εκ γης προς ουρανόν,
τον στύλον σου υπέθου αληθές,
Συμεών θαυματοφόρε τοις ευσεβώς,
προστρέχουσι τη μάνδρα σου,
δόξα τω δεδωκότι σου ισχύν,
δόξα τω σε στεφανώσαντι,
δόξα τω ενεργούντι δια σου,
πάσιν ιάματα.