37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

Κυριακή 25 Ιουλίου 2010

Νεκταρίου Αιγίνης

Σηλυβρίας τον γόνον και Αιγίνης τον έφορον,
τον εσχάτοις χρόνοις φανέντα,
αρετής φίλον γνήσιον,
Νεκτάριον τιμήσωμεν πιστοί,
ως ένθεον θεράποντα Χριστού '
αναβλύζει γαρ ιάσεις παντοδαπάς,
τοις ευλαβώς κραυγάζουσι '
δόξα τω Σε δοξάσαντι Χριστώ,
δόξα τω Σε θαυμαστώσαντι,
δόξα τω ενεργούντι δια Σου,
πάσιν ιάματα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου