37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

Τρίτη 13 Ιουλίου 2010

Ιλαρίωνος μάρτυρος

Εγκρατείας τη αίγλη,
λαμπρυνθείς την διάνοιαν,
ήστραψας θαυμάτων ακτίνας,
Ιλαρίων Πατήρ ημών,
και γέγονας φωστήρ περιφανής,
και στύλος ευσεβείας θεαυγής,
καταυγάζων την ένθεον σου βιοτή,
τους πίστει προσιόντας σοι '
δόξα τω δεδωκότι σου ισχύν,
δόξα τω σε στεφανώσαντι,
δόξα τω ενεργούντι δια σου,
πάσιν ιάματα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου