37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

Κυριακή 27 Ιουνίου 2010

Κοδράτου Αποστόλου

Σοφίας ταις ακτίσι φαιδρύνας σου τον βίον,
είλκυσας του Πνεύματος μάκαρ την πυρίπνοον χάριν,
και ηύγασας δόγματα ζωής,
Κοδράτε ως Απόστολος Χριστού '
δια τούτο ως φωστήρα σε απλανή,
γεραίροντες εκβοώμεν '
δόξα τω σε δοξάσαντι Χριστώ,
δόξα τω σε στεφανώσαντι,
δόξα τω ενεργούντι δια σου,
πάσιν ιάματα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου