37 ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά: γυνὴ δέ τις ὀνόματι μάρθα ὑπεδέξατο αὐτόν.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.
40 ἡ δὲ μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν: ἐπιστᾶσα δὲ εἶπεν, κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, μάρθα μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,
42 ἑνὸς δέ ἐστιν χρεία: μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

Σάββατο 29 Μαΐου 2010

Ευσιγνίου μάρτυρος

Ως έμπλεος πίστεως,
της προς Χριστόν ευσεβώς,
νεάζον το φρόνημα,
έσχες εν γήρα καλώς,
Ευσίγνιε ένδοξε '
όθεν ομολογήσας,
τον υπέρθεον Λόγον,
ήλεγξας θαρσαλέως,
Παραβάτου το θράσος '
εντεύθεν μετά Μαρτύρων,
μάρτυς δεδόξασαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου